Ancient Greek
627.26
Stephanus Gramm., Ethnica (Epitome) 627.26
Unproofread scanNot analysed yet
ς αὐτὴν ἤθελε βιάσασθαι. ἔστι ς πέλεκυς” ἐπὶ τῶν ἤτοι πικρῶς κοπτόντων τὰ ζητήματα καὶ τὰ ἄλλα πράγματα. καὶ φησιν Ἀριστείδης ἐν τῷ πέμπτῳ Ἀπόλλωνα πέλεκυν κρατεῖν διὰ Τέννην. ἢ μᾶλλον, ὡς φησιν Ἀριστοτέλης ἐν τῇ Πολιτείᾳ, ὅτι βασιλεύς τις ἐν Τενέδῳ λαμβάνοντα μοιχοὺς ἀναιρεῖν πελέκει συνέβη τὸν υἱὸν αὐτοῦ καταληφθῆναι περὶ τοῦ ἰδίου παιδὸς τηρηθῆναι τὸν πατέρα. εἰς παροιμίαν περιῆλθε τὸ πρᾶγμα ἐκ τούτων. διὰ τοῦτό φησι καὶ ἐπὶ τοῦ νῦν κεχαράχθαι ἐν μὲν τῷ ἑτέρῳ μέρει τῆς κεφαλῆς δύο κεφαλὰς εἰς ὑπόμνησιν τοῦ περιπεσόντος. ἔστι καὶ ἄλλη παροιμία „Τενέδιος καὶ σκληρός. Ἀπολλόδωρος δὲ ἐν τῷ πρώτῳ τῶν μὲν τῆς Παμφυλίας Τενεδεῖς, τῶν δὲ τῆς Λέσβου Τενέδιος. καὶ Ἡλυσκῶς Τενεδία.