Ancient Greek
643.4
Stephanus Gramm., Ethnica (Epitome) 643.4
Unproofread scanNot analysed yet
Τράπεζα, πόλις Ἀρκαδίας ἐγγὺς Τρικῶν λῖται Τραπεζεῖς. Τραπεζοῦς, πόλις πρὸς τῷ Εὐξείνῳ ποταμῷ ἄποικος. ἐκαλεῖτο καὶ Οἴζηρις. ἐν ταύτῃ πύξου φησὶν Ἀριστοτέλης γίνεσθαι ἐν τῷ πρῶτῳ ἀκουσμάτων βαρύοσμον, ἀφ’ οὗ τοὺς φαγοῦντας μὲν ἐξίστασθαι, τοὺς δ’ ἐπιλήπτους εὐθέως ἀποθνῄσκειν. ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς, ἀπὸ παιδὸς Λυκάονος, ὡς Πausανίας ὁγδόφ. ἔστι καὶ νῆσιον τοῦ Ἀραβικοῦ κόλπου. ὁ πολίτης Τραπεζοῦντιος, καὶ ἡ χώρα Τραπεζουντία. λέγεται καὶ Τραπεζοῦσιος ὡς Ἀμαθούσιος.