Ancient Greek
96.1 to 96.8
Stephanus Gramm., Ethnica (Epitome) 96.1-8
Unproofread scanNot analysed yet
λέγεται καὶ Ἀμαζόνιον τὸ νίδης. Ἀμαθᾶ, οὐδετέρως, τοῦ ἃ νῦν λέγουσιν Ἀμαθοῦντος· φασὶ γὰρ τὸ πολὺ τῆς Ἀμαθοῦντος κατακλύζεσθαι. οἱ οἰκήτορες Ἀμαθῆται. Ἀμάθη, πόλις Φοινίκης πληθυντικῶς. τὸ ἐθνικὸν Ἀμαθῆν. Ἀμαθοῦς, πόλις Κύπρου· Ὄσιρις ἐτιμᾶτο, ὅν Αἰγύπτιοι ἰδιοποιοῦνται. ἀπὸ Ἀμαθοῦντος ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούς. Ἀμαληκῖται, ἔθνος Ἀραβίας. Ἀμαμασσός, πόλις Ποντικοῦ Ἀπόλλων. τὸ ἐθνικὸν Ἀμαμασσηνός. Ἀμανὸν, ὄρος πρὸς τὸν Ὀρόντην. ἱστοροῦσι δὲ τὸν Ὀρφέα τὴν Ἄρτεμιν κομίσαντα [ἐν τούτῳ] εἴρειν. ὁ οἰκήτωρ Ἀμανίτης. Ἀμανῖται, γένος τῶν Ναβαταίων· οἱ δὲ ἀπὸ Ἀμάνου τοῦ θυγατρὸς Ἀβραάμ. Ἀμαντία, Ἰλλυριῶν μέρος, ἐξ Ἀβάντων τῶν ἀπὸ Ἀμαντίδος. Καλλίμαχος Ἀμαντίνην αὐτὴν καλεῖ.