Ancient Greek · ~2 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 14-3
Not analysed yet
Ὅτι τὸ παρ᾿ Ὁμήρῳ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, ὅ ἐστι μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς τόν τε Δία τὸν Δωδωναῖον ὀνομάζει Ὅμηρος «Ζεῦ ἔνα, Δωδωναῖε, Πελασγικέ. »Πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο τῶν Πελασγῶν ἐπαρξάντων· ἀλλὰ καὶ τοὺς ὁμόρους τῶν ἐν Τρωάδι Κιλίκων Ὅμηρος Πελασγοὺς εἴρηκε, έγων· Ἱππόθοος δ᾿ ἄγε φῦλα Πελασγῶν. »