Ancient Greek · ~2 min
17 to 18
Strabo, Strabonis Geographiae Chrestomathia 17-18
Not analysed yet
Ὅτι τὸ τῆς οἰκουμένης μῆκος στάδιά ἐστι μυριάδες ζ΄, τὸ δὶ πλάτος αὐτῆς μυριάδες σταδίων γ΄, φοριζόμενον ὑπὸ τῶν διὰ καῦμα καὶ ψῦχος ἀοικήτων. Τὸ μὲν οὖν διὰ καῦμα ἀοίκητον τῆς οἰκουμένης μέρος πλάτος ἔχει στέδια ηω΄, μῆκος δὲ τὸ μέγιστον μυριάδων ιβ΄ ,Ϛ σταδίων, ὅπερ ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ. Ὅτι κατὰ Ἐρατοσθένην ἡ τῆς γῆς περίμετρος στάδιά εἰσι μυριάδες κε΄ β· ὧν τὸ ἑξηκοστὸν μέρος γίνεται δσ σταδίων.