Ancient Greek · ~2 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 18-3
Not analysed yet
Ὅτι ὁ Στράβων εἶδε τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας νήσου τῆς πλησίον Κύρνου κομιζόμενον. Οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῆ νήσῳ, κομίζεται δ᾿ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον ἡ νῆσος ἔχει, καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι τῷ χρόνῳ τὰ μεταλλευθέντα· καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τοὺς ἐν Ἰνδοῖς ἄλας.