Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 21-4
Not analysed yet
Ὅτι οἱ Ἀλβανοὶ γῆν νέμονται, δίκην τῆς Κυκλώπων, ἀγαθωτάτην, οἵον φησὶν ἐκεῖνος· «ἀλλ᾿ ἥγ᾿ ἄσπαρτος καὶ ἀνήροτος »καρποφορεῖ. Καὶ αἱ ἄμπελοι αὐτοῖς ἄσκαφοι καὶ διὰ πενταετίας κλαδευόμεναι φέρουσι τὸν καρπόν. Ἡ δὲ χώρα οὐδὲ σιδήρῳ τέμνεται, ἀλλὰ τῷ τοῦ ἀρότρου ξύλῳ, καὶ ἅπαξ σπαρεῖσα ἐπὶ διετίαν ἢ καὶ τριετίαν καρποφορεῖ. Οἵ τε ποταμοὶ αὐτοῖς τὴν γῆν ποτίζουσιν, ὥσπαρ ὁ Νεῖλος καὶ ὁ Εὐφράτης, καὶ ἁπλῶς ὑπερβολὴν οὐκ ἀπολείπει ἡ χοῦς τῆς Ἀλβανίας εἰς ἀρετὴν καρπογονίας (οὕτως δὲ δεῖ λέγειν καὶ θηλυκῶς ἡ χοῦς). Εἰσὶ δὲ αὐτοῖς καὶ τὰ κτήνη πολυτόκα. Καὶ αὐτοὶ καλοί τε τὰς ὄψεις καὶ μεγάλοι καὶ ἁπλοῖ τοῖς ἤθεσι· καὶ διὰ τὴν εὐηθίαν οὐκ ἴσασί τινες αὐτῶν ἀριθμεῖν, οἱ δὲ εἰδότες οὐ πλείω τῶν ἑκατὸν μετροῦσιν.