Ancient Greek · ~6 min
23 to 30
Strabo, Strabonis Geographiae Chrestomathia 23-3-30
Not analysed yet
Ὅτι τὰ ὑψηλότατα μέρη τοῦ Καυκάσου τὰ νοτιώτατά ἐστι, τὰ πρὸς Ἀλβανίᾳ καὶ Ἰβηρίᾳ καὶ Κόλχοις καὶ Ἡνιόχοις. Ὅτι αἱ τοῦ Καυκάσου κορυφαὶ χειμῶνος μὲν ἄβατοι, θέρους δὲ προσβαίνουσιν, ὑποδούμενοι κεντρωτὰ ὠμοβόινα, δίκην τυμπάνων πλατέα, διὰ τὰς χιόνας καὶ τοὺς κρυστάλλους· καταβαίνουσι δʼ ἐπὶ δορᾶς κείμενοι σὺν τοῖς φορτίοις καὶ κατολισθαίνοντες· ὅπερ καὶ κατὰ τὴν Ἀτροπατίαν Μηδίαν καὶ κατὰ τὸ Μάσιον ὄρος τὸ ἐν Ἀρμενίᾳ γίνεται. Ἐνταῦθα δὲ καὶ τροχίσκοι ξύλινοι κεντρωτοὶ τοῖς πέλμασιν ὑποτίθενται. Ὅτι ὁ περίπλους τῆς Ὑρκανίας θαλάσσης, ὁ μὲν παρὰ τοὺς Ἀλβανοὺς καὶ τοὺς Καδουσίους ἐστὶ ευ΄ σταδίων, ὁ δὲ παρὰ τὴν Ἀριακῶν καὶ Μάρδων καὶ Ὑρκανῶν μέχρι τοῦ στόματος τοῦ Ὤξου ποταμοῦ δω΄· ἔνθεν δὲ ἐπὶ τοῦ Ἰαξάρτου βυ΄· τὰ δὲ λοιπὰ ἕως νῦν ἀγνοεῖται. Ὅτι οἱ παλαιοὶ ἠγνόουν τὰ κατὰ γεωγραφίαν, ἡ δὲ τοῦ Ἀλεξάνδρου εἰς Ἰνδοὺς ἄφιξις καὶ ἡ τῶν Ῥωμαίων καὶ Παρθυαίων ἐπικράτεια πολλὰ τῶν ἀγνοουμένων ἐφανέρωσεν. Ὅτι ἦ Ὑρκανία εὐδαιμονεστάτη ἐστὶ καὶ ἡ πλείστη πεδιάς. Ὅτι ὁ Ὦξος ποταμὸς μέγιστός ἐστι πάντων τῶν ποταμῶν, ὅσους ὁ Ἀλέξανδρος εἶδε, πλὴν τῶν Ἰνδικῶν ποταμῶν· ἐκεῖνοι γὰρ μέγιστοί εἰσιν. Ὅτι ἐν Ὑρκανίᾳ πρόκεινταί τινες ἀκταὶ τῆς θαλάττης ὕπαντροι· τούτων δὲ μεταξὺ καὶ τῆς θαλάττης ὑπόκειται ταπεινὸς αἰγιαλός· ἐκ δὲ τῶν ὕπερθε κρημνῶν ποταμοὶ ῥέοντες τοσαύτην προσφέρονται βίαν, ὥστε ταῖς ἀκταῖς συνάψαντες ἐξακοντίζουσι τὸ ὕδωρ εἰς τὴν θάλατταν, ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν, ὤστε καὶ στρατοπέδοις ὁδεύσιμον εἶναι σκεπαζομένοις τῷ ῥεύματι. Ὅτι ὁ Εὐφράτης ποταμὸς διαιρεῖ τὰς δύο Ἀρμενίας, μικράν τε καὶ μεγάλην.