Ancient Greek · ~6 min
34 to 45
Strabo, Strabonis Geographiae Chrestomathia 34-5-45
Not analysed yet
Ὅτι ὁ Κάρησος ποταμὸς ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας ἐμβάλλει δ᾿ εἰς τὸν Αἴσηπον· Ῥοδίος δ᾿ ἀπὸ Κλεανδρείας καὶ Γόρδου· ἐμβάλλει δὲ εἶς τὸν Αἴνιον. Ὅτι ὁ Σμινθεὺς Ἀπόλλων παρὰ Τενεδίοις τιμᾶται. Καὶ γάρ ἐστιν αὐτοῦ νεὼς ἐν Τενέδῳ· ὅθεν εἴρηται· «Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ. »Ὅτι ἄλλο ἱερὸν Σμινθέως Ἀπόλλωνος παραθαλάσσιον ἐν Τρωάδι. Ὅτι τὰ περὶ τὴν Τένεδον νησίδια Καλύδναι καλοῦνται. Ὅτι περὶ τὴν Τρωάδα ὁ Ἀχαιὸς τόπος· εἶτα Λάρισσα καὶ Κολωναὶ καὶ ἡ νῦν Χρύσα ἐφʼ ὑψηλοῦ τόπου παραθαλασσία. Ὅτι ἐν τῷ τοῦ Σμινθέως ἱερῷ μῦς ἐστι χαλκοῦς, ὑποκείμενος τῷ ποδὶ τοῦ Ἀπόλλωνος. Εἰσὶ δὲ πολλοὶ ναοὶ Σμινθίου Ἀπόλλιενος. Ὅτι περὶ τὸ Λέκτον ἄκρον ἁλοπήγιόν ἐστιν, αὐτομάτως πηγνύμενον τοῖς ἐτησίαις ἀνέμοις. Ὅτι Ὅμηρος ἐν τῷ Ἀδραμυττικῷ κόλπῳ ἱδρύει Λέλεγάς τε καὶ Κίλικας ἀμφοτέρους, ἔνθα καὶ Πήδασος πόλις ἐρήμη καὶ Σατνιόεις ποταμὸς χείμαρρος καὶ Θήβη καὶ Λυρνησσὸς αἱ πόλεις. Ὅτι οἱ μὲν Ἁμαξῖται παραθαλέσσιοί εἰσιν, εἶτα ὑπὲρ αὐτοὺς Νεανδριεῖς, εἶτα Κεβρήνιοι ὑπὲρ αὐτοὺς, εἶτα Δάρδανοι μέχρι Παλαισκήψεως, ὧν καὶ Αἰνείας ἦρχεν, εἶτα Σκῆψις. Ὅτι ἀπὸ Λέκτοῦ ἄκρου ἕως Γαργάρου, πρὸς ἀνατολὰς ὄντος, στάδιοι σξ΄. Ὅτι μετὰ τὸ Ἀδραμύτιον Κορυφαντίς τε καὶ Ἡράκλεια κῶμαι, εἶτα Ἄττεα, εἶτα Ἀταρνεὺς καὶ Πιτάνη καὶ αἱ τοῦ Καΐκου ποταμοῦ ἐκβολαί. Ὅτι τινὲς, χαριζόμενοι Ῥωμαίοις, μεταγράφουσι τὸ Ὁμηρικὸν ἔπος περὶ τοῦ Αἰνείου οὕτως· «νῦν δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει. »