Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 35-3
Not analysed yet
Ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενομένου, οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες· ὅσοι δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν διὰ τὸ πολυχρονίου τοῦ πολέμου συμβάντος ἐκ τῶν οἴκοι παρθένων οὐσῶν γυναικῶν . Διὰ τὸ πολὺν χρόνον παραταθῆναι τοῖς Λακεδαιμονίοις, Μεσσήνην πολιορκοῦσι, καὶ ἀποσταλῆναι τοὺς νεωτάτους· ἐκ τοῦ κοινοῦ πρὸς τὸ μιχθῆναι πάντα πάσῃ καὶ τεκνοποιήσασθαι, διὰ τοῦτο Παρθενίαι ἐκλήθησαν καὶ ἄτιμοι ἦσαν. Οἱ δὲ, οὐκ ἀνασχόμενοι (πολλοὶ δʼ ἦσαν), ἐπεβούλευσαν τῷ κοινῷ, ἔχοντες Φάλανθον ἡγεμόνα, ἕνα αὐτῶν· ἔδει οὖν τῷ ἀγῶνι, τῶν Ὑακινθίων συντελουμένων, ἡνίκα τὴν κυνῆν περίθηται Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν. Ἐξαγγελθείσης δὲ τῆς πράξεως ἐν τῷ ἀγῶνι, προελθὼν ὁ κήρυξ εἶπε, μὴ περιθέσθαι κυνῆν Φάλανθον. Οἱ δὲ στρατιῶται, αἰσθόμὲνοι φωραθέντες, οἱ μὲν διεδίδρασκον, οἱ δὲ ἱκέτευον· κελεύσαντες δʼ αὐτοὺς θαρρεῖν φυλακῇ παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δὲ ἔχρησε· Σατύρεόν τοι ἔδωκα Τάραντά τε πίονα δῆμον οἰκῆσαι καὶ πῆμα Ἰαπύγεσσι γενέσθσι. Ἧκον οὖν σὺν Φαλάνθῳ οἱ Παρθενίαι καὶ ἔκτισαν Τάραντα καὶ ὠνόμασαν οὕτως ἀπὸ τινος ἥρωος.