Ancient Greek · ~5 min
4 to 9
Strabo, Strabonis Geographiae Chrestomathia 4-3-9
Not analysed yet
Ὅτι ὁ περὶ τὴν Ῥάβενναν ἀὴρ καθαρώτατός ἐστι καὶ ὑγιεινότατος. Τούτου δ᾿ αἴτιον ἡ πλημμυρίς τε τῆς θαλάσσης καὶ ἡ τοῦ Πάδου πλήρωσις, πᾶν τὸ βορβορῶδες ἀποκαθαίρουσα. Τὰ αὐτὰ δὲ γίνονται καὶ περὶ Ἀλεξάνδρειαν· ἡ γὰρ τοῦ Νείλου ἀνάβασις τήν τῆς λίμνης ἀφανίζει δυσωδίαν τήν ἐκ τοῦ τέλματος. Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπέλους καρπιμωτάτας καὶ ταχυφόρους· ἀλλ᾿ ἐν πέντε ἔτεσι γηράσκουσαι φθείρονται. Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾿ ἦς ἡ ταύτῃ θάλασσα καλεῖται Ἀδρίας ἦν δὲ τὸ πάλαι ἐπιφανεστάτη. Ὅτι μετά τὸ Τίμαυον, μυχαίτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἴστρων ἐστὶ παραλία μέχρι Πόλας, ἦς καὶ Καλλίμαχος μέμνηται λέγων· «ἀτὰρ κείνων γλῶσσ᾿ ὀνόμηνε Πόλας. »Κτίσμα δέ ἐστι Κόλχων· καὶ αἱ Ἀψυρτίδες νῆσοι ἐπίκεινται τῇ Πόλῃ. Ὅτι ἡ Λιγυστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς τραχεῖα δ᾿ ἐστὶ καὶ πετρώδης. Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγυστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος παραθαλάσσιοι δ᾿ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγοντα· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνική καλεῖται.