Ancient Greek · ~2 min
71 to 74
Strabo, Strabonis Geographiae Chrestomathia 71-74
Not analysed yet
Ὅτι ἡ Βέροια πόλις ἐν τοῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧ ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο. Ὤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἔνομον, οὓς Ἡρακλῆς διέφθειρεν. Ἔχει δὲ πόλεις δ΄, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην. Ὅτι τῆς Ὀλύνδου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ. Ὅτι πλησίον Ὀλόνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κένθαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.