Ancient Greek · ~4 min
Book 10, Chapter 1
Strabo, Γεωγραφικά 10.1.13
Not analysed yet
οἱ δʼ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. δόρασι δʼ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ὁ ποιητής αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν. ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ὁ ποιητής οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς καὶ ὁ εἰπών δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ, τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες· ἀγχέμαχοι δʼ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησιν οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡς οὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν, ἀλλʼ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο. περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς Αἰγιεῦσιν ἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας θʼ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης, τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους· ἐκεῖ γὰρ ἡ Ἀρέθουσα.