Ancient Greek · ~3 min
10.1.14 to 10.1.16
Strabo, Γεωγραφικά 10.1.14-16
Not analysed yet
εἰσὶ δὲ νῦν Εὐβοῗται ποταμοὶ Κηρεὺς καὶ Νηλεύς, ὧν ἀφʼ οὗ μὲν πίνοντα τὰ πρόβατα λευκὰ γίνεται, ἀφʼ οὗ δὲ μέλανα· καὶ περὶ τὸν Κρᾶθιν δὲ εἴρηται τοιοῦτόν τι συμβαῖνον. τῶν δʼ ἐκ Τροίας ἐπανιόντων Εὐβοέων τινὲς εἰς Ἰλλυριοὺς ἐκπεσόντες, ἀποβαίνοντες οἴκαδε διὰ τῆς Μακεδονίας περὶ Ἔδεσσαν ἔμειναν συμπολεμήσαντες τοῖς ὑποδεξαμένοις, καὶ ἔκτισαν πόλιν Εὔβοιαν· ἦν δὲ καὶ ἐν Σικελίᾳ Εὔβοια Χαλκιδέων τῶν ἐκεῖ κτίσμα, ἣν Γέλων ἐξανέστησε, καὶ ἐγένετο φρούριον Συρακουσίων· καὶ ἐν Κερκύρᾳ δὲ καὶ ἐν Λήμνῳ τόπος ἦν Εὔβοια καὶ ἐν τῇ Ἀργείᾳ λόφος τις. ἐπεὶ δὲ τοῖς Θετταλοῖς καὶ Οἰταίοις πρὸς ἑσπέραν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνές εἰσι καὶ Ἀθαμᾶνες, εἰ χρὴ καὶ τούτους Ἕλληνας εἰπεῖν, λοιπὸν ἐξηγήσασθαι περὶ τούτων, ἵνʼ ἔχωμεν τὴν περίοδον ἅπασαν τὴν τῆς Ἑλλάδος· προσθεῖναι δὲ καὶ τὰς νήσους τὰς προσχώρους μάλιστα τῇ Ἑλλάδι καὶ οἰκουμένας ὑπὸ τῶν Ἑλλήνων ὅσας μὴ περιωδεύκαμεν.