Ancient Greek · ~2 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.15
Not analysed yet
κεῖται δʼ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα (οἱ δὲ τετταράκοντά φασι) σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα. αὐτὴ δʼ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δʼ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή· μέγιστον δʼ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν· καθʼ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθʼ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν· πλησίον δʼ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.