Ancient Greek · ~1 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.16
Not analysed yet
μεταξὺ δὲ τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἡ Ἀστερία νησίον (Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται) ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι. ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.