Ancient Greek · ~4 min
Book 10, Chapter 4
Strabo, Γεωγραφικά 10.4.3
Not analysed yet
μέγεθος δὲ Σωσικράτης μέν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων, πλάτει δὲ ὑπὸ τὸ μέγεθος, ὥσθʼ ὁ κύκλος κατὰ τοῦτον γίνοιτʼ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι· Ἀρτεμίδωρος δὲ τετρακισχιλίους καὶ ἑκατόν φησιν. Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσων Ἀρτεμίδωρος. κατὰ δὲ τὸ τρίτον μέρος τοῦ μήκους. . τὸ δὲ ἔνθεν ἰσθμός ἐστιν ὡς ἑκατὸν σταδίων ἔχων κατοικίαν πρὸς μὲν τῇ βορείῳ θαλάττῃ Ἀμφίμαλλαν, πρὸς δὲ τῇ νοτίῳ Φοίνικα τὸν Λαμπέων· πλατυτάτη δὲ κατὰ τὸ μέσον ἐστί, πάλιν δʼ ἐντεῦθεν εἰς στενώτερον τοῦ προτέρου συμπίπτουσιν ἰσθμὸν αἱ ᾐόνες περὶ ἑξήκοντα σταδίων, τὸν ἀπὸ Μινῴας τῆς Λυττίων εἰς Ἱεράπυτναν καὶ τὸ Λιβυκὸν πέλαγος· ἐν κόλπῳ δʼ ἐστὶν ἡ πόλις. εἶτα πρόεισιν εἰς ὀξὺ ἀκρωτήριον τὸ Σαμώνιον ἐπὶ τὴν Αἴγυπτον νεῦον καὶ τὰς Ῥοδίων νήσους.