Ancient Greek · ~2 min
Book 10, Chapter 4
Strabo, Γεωγραφικά 10.4.4
Not analysed yet
ἔστι δʼ ὀρεινὴ καὶ δασεῖα ἡ νῆσος, ἔχει δʼ αὐλῶνας εὐκάρπους. τῶν δʼ ὀρῶν τὰ μὲν πρὸς δύσιν καλεῖται Λευκά, οὐ λειπόμενα τοῦ Ταϋγέτου κατὰ τὸ ὕψος, ἐπὶ τὸ μῆκος δʼ ἐκτεταμένα ὅσον τριακοσίων σταδίων καὶ ποιοῦντα ῥάχιν τελευτῶσάν πως ἐπὶ τὰ στενά. ἐν μέσῳ δʼ ἐστὶ κατὰ τὸ εὐρυχωρότατον τῆς νήσου τὸ Ἰδαῖον ὄρος ὑψηλότατον τῶν ἐκεῖ, περιφερὲς δʼ ἐν κύκλῳ σταδίων ἑξακοσίων· περιοικεῖται δʼ ὑπὸ τῶν ἀρίστων πόλεων. ἄλλα δʼ ἐστὶ πάρισα τοῖς Λευκοῖς, τὰ μὲν ἐπὶ νότον τὰ δʼ ἐπὶ τὴν ἕω λήγοντα.