Ancient Greek · ~2 min
10.5.11 to 10.5.12
Strabo, Γεωγραφικά 10.5.11-12
Not analysed yet
τῆνος δὲ πόλιν μὲν οὐ μεγάλην ἔχει, τὸ δʼ ἱερὸν τοῦ Ποσειδῶνος μέγα ἐν ἄλσει τῆς πόλεως ἔξω θέας ἄξιον, ἐν ᾧ καὶ ἑστιατόρια πεποίηται μεγάλα, σημεῖον τοῦ συνέρχεσθαι πλῆθος ἱκανὸν τῶν συνθυόντων αὐτοῖς ἀστυγειτόνων τὰ Ποσειδώνια. ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων, ὅθεν ἦν Σιμωνίδης ὁ τῶν ἰάμβων ποιητής, καὶ Λέβινθος καὶ Λέρος καὶ τόδε Φωκυλίδου· Λέριοι κακοί, οὐχ ὁ μὲν ὃς δʼ οὔ, πάντες, πλὴν Προκλέους, καὶ Προκλέης Λέριος. διεβέβληντο γὰρ ὡς κακοήθεις οἱ ἐνθένδε ἄνθρωποι.