Ancient Greek · ~2 min
Book 10, Chapter 5
Strabo, Γεωγραφικά 10.5.13
Not analysed yet
πλησίον δʼ ἐστὶ καὶ ἡ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ. ἡ μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δʼ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι· τοιαύτη δʼ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπʼ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν ᾧ καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος. συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν.