Ancient Greek · ~3 min
Book 8, Chapter 8
Strabo, Γεωγραφικά 8.8.5
Not analysed yet
Πολυβίου δʼ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ ίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν τριακοσίων τετταράκοντα, εἶτα διὰ νειοῦ ἐκβολὰς διακοσίων τετταράκονλονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦένης καὶ Στόβων καὶ Δαρδανίων τρισχιυς. κατʼ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ έας ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις. οὐκ ἄτοπον δʼ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δʼ Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δʼ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.