Ancient Greek · ~5 min
Book 9, Chapter 1
Strabo, Γεωγραφικά 9.1.1
Not analysed yet
περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν. ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν. περὶ τούτων οὖν . φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς· νομίζει δʼ οὐδʼ ἂν κ τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δʼ αὕίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περι τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν θάλατταν.