Ancient Greek · ~3 min
Book 9, Chapter 1
Strabo, Γεωγραφικά 9.1.4
Not analysed yet
μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκιρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττῃ· ὑπὲρ αὐτῶν δʼ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ· οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν λῃζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς. ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκίρωνα προσηγορεύκασιν Ἀθηναῖοι. μετὰ δὲ τὰς Σκιρωνίδας πέτρας ἄκρα πρόκειται Μινῴα ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα. ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν· ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινῴα.