Ancient Greek · ~2 min
Book 9, Chapter 1
Strabo, Γεωγραφικά 9.1.5
Not analysed yet
τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων· διόπερ οὐδʼ ὁ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλʼ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀττικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλόγῳ οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας. σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν φῇ ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες τοὺς Ἀθηναίους λέγει· ταύτης δʼ ἦν μερὶς καὶ ἡ Μεγαρίς.