Ancient Greek · ~3 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.26
Not analysed yet
ὰ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκαὶ ὧν εἰρήκαμεν· ὡς δʼ αὕτως καὶ περὶ τῶν ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρύθρας, εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα. Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπʼ Ἀνθηδόνα ὁδοῦ, ἡ δʼ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα· παραρρεῖ δʼ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δʼ ὁ μὲν Φωκικὸς ἐν τῷ Κρισαίῳ κόλπῳ, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, ὁ δὲ Βοιωτιακὸς ἀπʼ ἐκείνου κέκληται, πλησίον δʼ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῷ Φοινικίῳ ὄρει, ἀφʼ οὗ καὶ μετωνόμασται Φοινικίς· τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα.