Ancient Greek · ~3 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.27
Not analysed yet
εἶτά φησι κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην. περὶ μὲν οὖν Κωπῶν εἴρηται· προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ· αἱ δʼ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια. καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθʼ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δʼ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατʼ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον. Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην· παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφʼ ᾗ τὸ Τειρεσίου μνῆμα· αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλνος ἱερόν.