Ancient Greek · ~3 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.33
Not analysed yet
Ὀγχηστὸς δʼ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον νηθεὶς ἐπῄει γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν ς ὀρέων ὕπερ ἔστα, καὶ μύλους δινάσατο βαλλό κρηπῖδας ἀλσέων. οὐκ εὖ δʼ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δʼ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.