Ancient Greek · ~2 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.34
Not analysed yet
τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται μυθεύεται δʼ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε· καὶ τὸν Τήνερον καλεῖ ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα. ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ· Θηβαίων δʼ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος· τὸ δʼ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ.