Ancient Greek · ~3 min
Book 9, Chapter 5
Strabo, Γεωγραφικά 9.5.13
Not analysed yet
λοιπὸν δʼ εἰπεῖν τῆς παραλίας τὴν τάξιν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ ἀπὸ Θερμοπυλῶν ἀρξαμένους· τὴν γὰρ Λοκρικὴν καὶ ν εἰρήκαμεν. αἱ τοίνυν Θερμοπύλαι τοῦ μὲν Κηναίου διεστήκασιν ἑβδομηκοντασταδίῳ πορθμῷ, παραπλέοντι δʼ ἔξω Πυλῶν τοῦ Σπερχειοῦ ὡς σταδίους δέκα· ἔνθεν δʼ εἰς Φάλαρα εἴκοσι· τῶν δὲ Φαλάρων ἀπὸ θαλάττης ὑπέρκειται πεντήκοντα σταδίους ἡ τῶν ς. εἶθʼ ἑξῆς παραπλεύσαντι σταδίοις ἑκατὸν ὁ Ἐχῖνος ὑπέρκειται. τῆς δʼ ἑξῆς παραλίας ἐν μεσογαίᾳ ἐστὶν ἡ Κρεμαστὴ Λάρισα εἴκοσι σταδίους αὐτῆς διέχουσα, ἡ δʼ αὐτὴ καὶ Πελασγία λεγομένη Λάρισα. εἶτα Μυόννησος νησίον, εἶτʼ Ἀντρών· ἦν δὲ αὕτη ὑπὸ Πρωτεσιλάῳ. τοσαῦτα μὲν περὶ τῆς ὑπὸ τῷ Ἀχιλλεῖ με.