Ancient Greek · ~7 min
Book 9, Chapter 5
Strabo, Γεωγραφικά 9.5.14
Not analysed yet
ἐπεὶ δʼ ὁ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διεὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπʼ αὐτοῖς τὸν σύμπαντα τῆς Θετταλίας κύκλον διέταξεν, ουθοῦντες τούτῳ πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω σεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χώς. καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπʼ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάῳ· οὗτοι δʼ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῇ ὑπὸ τῷ Ἀχιλλεῖ παραλίᾳ μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν εξῆς ἐστὶν ἡ ὑπὸ τῷ Πρωτεσιλάῳ, ἔξω μὲν οὖσα τοῦ οῦ κόλπου, ἔτι δʼ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς . ἡ μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῷ Πρωτεσιλάῳ· καὶ Ἅλος δὲ καὶ Λάρισα ἡ Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπʼ ἐκείνῳ, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος ἡ Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι· ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. τῶν Θηβῶν δὲ ἐν τῇ μεσογαίᾳ τὸ Κρόκιον πεδίον πρὸς τῷ καταλήγοντι τῆς Ὄθρυος, διʼ οὗ ὁ Ἄμφρυσος ῥεῖ. τούτου δʼ ὑπέρκειται ὁ Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφʼ οὗ καὶ τὸ ἐν τῇ Βοιωτίᾳ, καὶ ὁ Κουάριος ποταμός· εἴρηται δὲ π τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. ταῦτα δʼ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπʼ Εὐρυπύλῳ καὶ ὁ Φύλλνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου ἡ Θέμις Ἰχναία τιμᾶται. καὶ Κίερος δʼ εἰς αὐτὴν συντελεῖ καὶ τῆς Ἀθαμανίας. κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῷ πρὸς Εὐβοίᾳ ἐστὶ πόρῳ καλούμενον ὄνος Ἀντρῶνος. εἶτα Πτελεὸν καὶ ὁ Ἅλος· εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ ὁ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι· εἶτα ἄκρα Πύρρα καὶ δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται· ἐνταῦθα δὲ καὶ ἡ Φθιῶτίς πως τελευτᾷ.