Ancient Greek · ~8 min
Fragment 219
Straton Comic., Fragmentum 219
Not analysed yet
⌞σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν⌟
⌞εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,⌟
⌞ὧν ἂν λέγηι συνίημι· καινὰ ῥήματα⌟
⌞πεπορισμένος⌟ πά⌞ρ⌟ε⌞στιν· ὡς εἰσῆλθε γά⌟ρ,
⌞εὐθύς μ' ἐ⌟πηρώτησε ⌞προσβλέψας⌟ μέγα·
⌞‘πόσους κ⌟έκληκας μέροπα⌞ς ἐπὶ δεῖ⌟πνον; λέγε.’
’ἐγ⌞ὼ κέκ⌟ληκα μέροπας ἐπ⌞ὶ δεῖπνο⌟ν; χολᾶις.
τοὺς δὲ μέροπας τούτους με γ⌞ιν⌟ώσκειν δοκεῖς;’
’οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐθεὶς ὅλως;’
ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,
ὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἐπεπορευόμην·
οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.
ὁ δ' ἠγανάκτησ' ὥσπερ ἠδικημένος
ὅτι οὐ κέκληκα Δαιτυμόνα· καινὸν σφόδρα.
’οὐδ' ἄρα θύεις ῥηξίχθον';’ ‘οὐκ’, ἔφην, ‘ἐγώ.’
’βοῦν εὐρυμέτωπον;’ ‘οὐ θύω βοῦν, ἄθλιε.’
’μῆλα θυσιάζεις ἆρα;’ ‘μὰ Δί', ἐγὼ μὲν οὔ.’
’τὰ μῆλα πρόβατα.’ ‘μῆλα πρόβατ'; οὐκ οἶδ', ἔφην,
’μάγειρε, τούτων οὐθέν, οὐδὲ βούλομαι·
οὐδεὶς πάρεσται· τοῦτο γάρ, νὴ τὸν Δία,
ἔστι (ἔτι Dobree) κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν
‵———′οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην·
‵———′’οὐδεὶς παρέσται, φημί.’ ‘τί λέγεις; οὐδὲ εἷς;’
‵———′οὐδέτερον αὐτῶν, προβάτιον δ'. ‘οὐκοῦν,’ ἔφη,
ἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.’
⌞‘τὰς οὐλοχύτας φέρε δεῦρο.’ ‘τοῦτο δ' ἐστὶ τί;’ ⌟
⌞‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;’ ⌟
⌞‘πηγὸς πάρεστι;’ ‘πηγός; οὐχὶ λαικάσει,⌟
⌞ἐρεῖς σαφές⌟τ̣ε̣ρ̣⌞όν θ' ὃ βούλει μοι λέγε⌟ι̣ν̣;’
⌞‘ἀτάσθα⌟λός γ' εἶ, πρέσβυ,’ φ⌞ησίν. ‘ἅλ⌟α φέρε·
⌞τοῦτ' ἐ⌟σθ' ὁ πηγός, τοῦτο δεῖξον.’ χέρνιβον
⌞παρῆ⌟ν· ἔθυεν, ἔλεγεν ἕτερα μυρία
τ⌞ο⌟ι⌞αῦ⌟θ' ἅ, μὰ τὴν Γῆν, οὐδὲ εἷς συνῆκεν ἄν,
μίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς· ὥστ' ἔδει
τὰ τοῦ Φιλιτᾶ λαμβάνοντα βυβλία
σκοπεῖν ἕκαστον τί δύναται τῶν ῥημάτων.
ἀλλ' ἱκέτευον αὐτὸν ἤδη μεταβαλὼν
ἀνθρωπίνως λαλεῖν τι. τὸν δ' οὐκ ἄμ ποτε
ἔπεισεν ἡ Πειθὼ παραστᾶσ' αὐτόθι.
καί μοι δοκεῖ ῥαψωιδοτοιούτου τινὸς
δοῦλος γεγονὼς ἐκ παιδὸς ἁλιτήριος
ἔπε̣[ιτ]α πεπλῆσθαι τῶν Ὁμήρου ῥημάτων.
’Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ ‘καὶ μάλα
ἐξῆν ὃ βούλοιτ', ὦ (βούλει τω A corr. Casaubon et Coraes) μάγειρ', αὐτῶι λέγειν.
ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας;’
’κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’
’Ὁμηρικῶς γὰρ διανοεῖ μ' ἀπολλύναι;’
’οὕτω λαλεῖν εἴωθα.’ ‘μὴ τοίνυν λάλει
οὕτω παρ' ἔμοιγ' ὤν.’ ‘ἀλλὰ διὰ τὰς τέτταρας
δραχμὰς ἀποβαλῶ’, φησί, ‘τὴν προαίρεσιν;’