Ancient Greek · ~7 min
Play Pho
Straton Comic., Fragmentum 1
Not analysed yet
Σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν
εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεούς
ὅσ' ἂν λέγῃ συνίημι. καινὰ ῥήματα
πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ
εὐθύς μ' ἐπηρώτησε προσβλέψας μέγα,
„πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε. “
ἐγὼ κέκληκα Μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
τοὺς δὲ μέροπας τούτους με γιγνώσκειν δοκεῖς;
οὐδεὶς παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία
ἔστι κατάλοιπον, Μέροπας ἐπὶ δεῖπνον καλεῖν.
„οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; “
οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην,
ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,
ὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἀνελογιζόμην·
οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.
οὐδεὶς παρέσται, φημί. „τί λέγεις; οὐδὲ εἷς; “
σφόδρ' ἠγανάκτησ', ὥσπερ ἠδικημένος,
εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ.
„οὐδ' ἄρα θύεις ἐρυσίχθον'; “οὐκ ἔφην ἐγώ.
„βοῦν δ' εὐρυμέτωπον; “οὐ θύω βοῦν, ἄθλιε.
„μῆλα θυσιάζεις ἆρα; “μὰ Δί' ἐγὼ μὲν οὔ,
οὐδέτερον αὐτῶν, προβάτιον δ'. „οὐκοῦν, ἔφη,
τὰ μῆλα πρόβατα. μανθάνεις; “οὐ μανθάνω
τούτων οὐδέν, οὐδὲ βούλομαι.
ἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.
„Ὅμηρον οὐκ οἶδας λέγοντα; “καὶ μάλα
ἐξῆν ὃ βούλοιτ', ὦ μάγειρ', αὐτῷ λέγειν.
ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο πρὸς τῆς Ἑστίας;
„κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.
Ὁμηρικὸς γάρ. “διανοεῖ μ' ἀπολλύναι;
„οὕτω λαλεῖν εἴωθα. “μὴ τοίνυν λάλει
οὕτως παρ' ἐμοί γ' ὤν. „ἀλλὰ διὰ τὰς τέτταρας
δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν;
τὰς οὐλοχύτας φέρε δεῦρο. “τοῦτο δ' ἐστὶ τί;
„κριθαί. “τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;
„πηγὸς πάρεστι; “πηγός; οὐχὶ λαικάσει;
ἐρεῖς σαφέστερόν θ' ὃ βούλει μοι λέγειν;
„ἀτάσθαλός γ' εἶ, πρέσβυ. “φήσ'. „ἅλας φέρε.
τοῦτ' ἔστι πηγός. ἀλλὰ δεῖξον χέρνιβα. “
παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
τοιαῦθ' ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
μίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς. ὥστε με
τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων
σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·
πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
ἀνθρωπίνως λαλεῖν τε. τὸν δ' οὐκ ἂν ταχύ
ἔπεισεν ἡ πειθὼ μὰ τὴν γῆν οἶδ' ὅτι.