Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.112
Not analysed yet
112 Ἀγαθίαϲ· ϲχολαϲτικὸϲ, Μυριναῖοϲ, ὁ γράψαϲ τὴν μετὰ Προ κόπιον ἱϲτορίαν τὸν Καιϲαρέα, τὰ κατὰ Bελιϲάριον καὶ τὰϲ ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξειϲ, τουτέϲτι τὰ κατὰ Nαρϲῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτοϲ ϲυνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸϲ ϲυνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. ϲυνήκμαϲε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουϲτινιανοῦ χρόνων.