Ancient Greek · ~3 min
1.105 to 1.111
Suda, Suidae lexicon 1.105-111
Not analysed yet
105 Ἄβυϲϲοϲ· ἱερὸν ἦν τῆϲ Περϲεφόνηϲ πολὺν χρυϲὸν ἐκ παντὸϲ τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον. ἐν ᾧ χρυϲόϲ τιϲ ἄβυϲϲοϲ, ἀόρατοϲ τοῖϲ πολλοῖϲ κατὰ γῆϲ κεκρυμμένοϲ. 106 Ἀγά γηϲ: αὐθυπότακτον. καὶ ἀγάγωμεν. 107 Ἀγάζω· γενικῇ. 108 Ἀγαθά· ἐπὶ τῶν πρὸϲ ἀπόλαυϲιν καὶ εὐωχίαν ϲιτίων καὶ ποτῶν ἐχρήϲατο Ξενοφῶν τῇ λέξει. καὶ Ἀγαθὰ Κιλίκων, λείπει τὸ ἔχει. Κιλίκων δὲ ὄνομα κύριον. εὔποροϲ δὲ ἦν. 109 Ἀγά θαρχοϲ· ὄνομα κύριον. ἦν δὲ ζωγράφοϲ ἐπιφανὴϲ, Εὐδήμου υἱὸϲ, τὸ δὲ γένοϲ Σάμιοϲ. 110 Ἀγαθὴ καὶ μάζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευτερεῖα διδόντων ἢ αἱρουμένων. μάζα ὀξεῖαν ἔχει· ἐπάνω γὰρ θέϲει μακρᾶϲ περιϲπωμένη οὐ τίθεται· ὁ δὲ Ἀριϲτοφάνηϲ περιϲπᾶ τὴν μάζαν· αἶρ’ αἶρε μάζαν ὡϲ τάχιϲτα κανθάρῳ. 111 Ἀγαθῆ ϲ Τύχηϲ νεώϲ. οὐκ ἄδηλον τὸ ϲημαινόμενον.