Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1124
Not analysed yet
1124 Ἀλέξανδροϲ ὁ Μαμαίαϲ· ϲὺν τῇ μητρὶ ἄρξαϲ ὑπ᾿ ἐκείνῃ πάντα διῴκει, ἥτιϲ πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖϲτον, ὡϲ ἂν ἐν τούτοιϲ ἀϲχολούμενοϲ μὴ ἔχοι καιρὸν ἐϲ τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δὲ αὐτῷ καὶ φυϲικὸν ἦθοϲ πρᾶον καὶ ἥμερον ἔϲ τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπέϲ. ἐϲ τεϲϲαρεϲκαιδέκατον οὖν ἔτοϲ ἄρξαϲ τῆϲ βαϲιλείαϲ, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίϲταιϲ αἰτίαιϲ ὑποπεϲόντων, ὡϲ μετὰ τὴν Μάρκου τελευτὴν τὴν βαϲιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤϲχαλλεν ὁρῶν αὐτὴν οὖϲαν φιλοχρήματον καὶ πολλὰ ἐξ ἐπηρειῶν θηϲαυρίζουϲαν. πολλὰ δὲ ὑπ᾿ αὐτῆϲ ἠναγκάζετο πράττειν· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντωϲ ἡ μήτηρ. ἥτιϲ ἀπῆγε τῶν αἰϲχρῶν καὶ ἀπρεπῶν τοῖϲ βαϲιλεῦϲιν ἔργων, διδαϲκάλουϲ τε πάϲηϲ παιδείαϲ λάθρα μετεπέμπετο· ὁ δὲ παλαίϲτραιϲ τε καὶ γυμναϲίοιϲ ἔχαιρε καὶ τοὺϲ διδαϲκάλουϲ ἀπεϲόβει. ἐϲ τοϲοῦτον δὲ ἐξώκειλεν, ὡϲ δὴ πάντα τὰ ἀπὸ τῆϲ ϲκηνῆϲ καὶ τῶν δημοϲίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰϲ ἀρχὰϲ τὰϲ μεγίϲταϲ. διὰ τοῦτο ἐμυϲάττοντο αὐτόν.