Ancient Greek · ~2 min
1.1122 to 1.1123
Suda, Suidae lexicon 1.1122-1123
Not analysed yet
1122 Ὅτι Ἀλέξανδροϲ φιλήκοοϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ, τῶν μουϲικῶν. Τιμόθεοϲ γὰρ ὁ αὐλητὴϲ ἔτι πρόϲθεν, ὅν ποτε αὐλοῦντα λέγουϲι τῆϲ Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐϲ τοϲόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲτε μεταξὺ ἀκούϲαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βαϲιλικὰ αὐλήματα. οὗτόϲ τε δὴ ὁ Τιμόθεοϲ ἀνεληλύθει πρὸϲ αὐτὸν ϲπουδῇ μετάπεμπτοϲ γενόμενοϲ. 1123 Ὅτι οὖτοϲ ὁ μέγαϲ Ἀλέξανδροϲ, νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἑκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ.