Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1128
Not analysed yet
1128 Ἀλέξανδροϲ Αἰγαῖοϲ· φιλόϲοφοϲ Περιπατητικόϲ, διδάϲκαλοϲ Νέρωνοϲ τοῦ βαϲιλέωϲ, ἅμα Χαιρήμονι τῷ φιλοϲόφῳ. υἱὸν δὲ ἔϲχε Καίλινον ὄνομα. οὗτοϲ ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν μαθητῶν, ὡϲ οἶμαι, κακίονεϲ οἱ διδάϲκαλοι· διδακτὴ γὰρ ἀρετὴ καὶ κακία ἀϲκητή. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλέξανδροϲ Ἀφροδιϲιεύϲ, φιλόϲοφοϲ. καὶ ἄλλοϲ, ὁ Νουμηνίου, ϲοφιϲτήϲ. καὶ ἄλλοϲ, Κλαύδιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. καὶ ἕτεροϲ, ὁ Καϲίλωνοϲ, ϲοφιϲτήϲ, ἀδελφὸϲ Θὐϲεβίου τοῦ ϲοφιϲτοῦ, μαθητὴϲ δὲ Ἰουλιανοῦ. καὶ ἄλλοϲ Ἀλέξανδροϲ, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύϲ, ϲοφιϲτήϲ, ὃϲ ἐπεκλήθη Πηλοπλάτων.