Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1129
Not analysed yet
1129 Ἀλέξανδροϲ ὁ Μιλήϲιοϲ· ὃϲ Πολυΐϲτωρ ἐπεκλήθη καὶ Κορνήλιοϲ, διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτιϲθεὶϲ ἐπράθη καὶ αὐτῷ παιδαγωγὸϲ ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖϲ ὑπὸ πυρὸϲ τῆϲ οἰκίαϲ φθαρείϲηϲ· καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦϲα τὸ ϲυμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸϲ τῶν Κράτητοϲ μαθητῶν. οὗτοϲ ϲυνέγραψε βίβλουϲ ἀριθμοῦ κρείττουϲ. καὶ Περὶ Ῥώμηϲ βιβλία ε΄. ἐν τούτοιϲ λέγει, ὡϲ γυνὴ γέγονεν Ἐβραία Μωϲώ, ἧϲ ἐϲτι ϲύγγραμμα ὁ παῤ Ἐβραίοιϲ νόμοϲ.