Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1140
Not analysed yet
1140 Ἀλεξόμενον: ἀμυνοῦντα. τὸν κακῶϲ ἄρξαντα κακῶϲαι θέλειν, καθάπερ ἐπὶ τῶν κατ᾿ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικαϲταὶ πάϲαϲ τὰϲ τῶν ϲυμβαινόντων βλάβαϲ οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ᾿ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουϲι. καὶ Ἀλεξομένουϲ παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἀμυνουμένουϲ ἢ ἐπιβοηθοῦνταϲ. τριτημορὶϲ δὲ τῶν Μαϲϲαγετῶν τοὺϲ περιλειφθένταϲ τῆϲ Κύρου ϲτρατιῆϲ ἀλεξομένουϲ ἐφόνευε. καὶ Ἀλέξαϲθαι, κωλύειν, ἀπείργειν. οἱ δὲ ἵπποι οὐκ ἦϲαν αὐτῷ χρήϲιμοι ἐϲ τὸ φεύγειν ϲὺν αὐτοῖϲ ἢ ἐπελαύνονταϲ ἀλέξαϲθαι τοὺϲ πολεμίουϲ. καὶ αὖθιϲ· εὔχετο δὲ ὁ Κῦροϲ τοϲοῦτον ὑπερζῆν, ἔϲ τε νικῴη τοὺϲ εὖ καὶ κακῶϲ ποιοῦνταϲ ἀλεξόμενοϲ.