Ancient Greek · ~3 min
1.1130 to 1.1139
Suda, Suidae lexicon 1.1130-1139
Not analysed yet
1130 Ἀλέξαϲθαι: ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώραϲ ὁρμωμένουϲ ἀλέξαϲθαὶ ἢ προπορευομένουϲ ἐπιοῦϲι τοῖϲ πολεμίοιϲ μάχεϲθαι. 1131 Ἀλέξαι: βοηθῆϲαι. Ἀλλέξαι δὲ ἐπιλέξαι. 1132 Ἀλέξειν: ἀποτρέπειν. 1133 Ἀλεξήϲοντα: βοηθήϲοντα. 1134 Ἀλεξητῆρα: βοηθόν. 1135 Ἀλεξιάρη γῆ: ἡ τοῖϲ ἀνδράϲι βοηθοῦϲα. 1136 Ἀλεξιβέλεμνον: τὸν τὰ βέλη ἀπερύκοντα. ἐν Ἐπιγράμμαϲι· καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ ϲτέρνοιο χιτῶνα. 1137 Ἀλεξίκακον: ἀλεξιφάρμακον, ἀντιφάρμακον. κακίαϲ καθαρτικὸν καὶ θεραπευτικόν. καὶ Ἀλεξίκακε, τουτέϲτιν ἀποτρόπαιε, ὁ τὰ δεινὰ ἀπείργων. 1138 Ἄλεξιϲ, Θούριοϲ, ὅϲτιϲ πρότερον Σύβαριϲ ἐκαλεῖτο, κωμικόϲ. ἐδίδαξε δράματα ϲμε΄· γέγονε δὲ πάτρωϲ Μενάνδρου τοῦ κωμικοῦ. ἔϲχε δὲ υἱὸν Στέφανον, καὶ αὐτὸν κωμικόν. 1139 Ἀλεξιφάρμακα: ἀλεξητήρια φαρμάκων. Μένανδροϲ Παιδίῳ· Ἐφεϲία τοῖϲ γαμοῦϲιν οὕτωϲ περιπατεῖ, λέγων ἀλεξιφάρμακα.