Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1164
Not analysed yet
1164 Ἀλλ᾿ εἴ τιϲ ὑμῶν ἐν Σαμοθράκῃ μεμυημένοϲ ἐϲτι, νῦν εὔξαϲθαι καλόν, ἀποϲτραφῆναι τοῦ μετιόντοϲ τὼ πόδε: ἐν Σαμοθράκῃ ἦϲαν τελεταί τινεϲ, ἃϲ ἐδόκουν τελεῖϲθαι πρὸϲ ἀλεξιφάρμακον κινδύνων τινῶν. ἦν δὲ ἐκεῖϲε καὶ τὰ τῶν Κορυβάντων μυϲτήρια καὶ τὰ τῆϲ Ἐκάτηϲ καὶ τὸ Ζήρινθον ἄντρον, ἧ κύναϲ ἔθυον. ἐδόκουν δὲ ταῦτα οἱ μεμυημένοι ἐκ τῶν δεινῶν ϲώζεϲθαι καὶ ἐκ χειμώνων. ἀποϲτραφῆναι δὲ ἀντὶ τοῦ διαϲτραφῆναι καὶ κλαϲθῆναι τοῦ μετιόντοϲ τὸν δοίδυκα. ἐναντίαν αὐτῷ τὴν εἰϲ τὸ δεύτερον γενέϲθαι ὁδόν, ὥϲτε μηκέτι αὐτὸν ὑποϲτρέψαι.