Ancient Greek · ~7 min
1.1165 to 1.1172
Suda, Suidae lexicon 1.1165-1172
Not analysed yet
1165 Ἀλείφατι: ἐλαίῳ, ἢ ἑτέρῳ ἀλείμματι. κανών· ὅτι τὰ παρὰ τὸ ἀλείφω, εἰ μὲν διὰ τοῦ π ἐκφέρονται καὶ διὰ διφθόγγου γράφονται, οἷον ἀλειπτὸν ἀλείπτηϲ. εἰ δὲ διὰ τοῦ φ, εἰ μὲν ὦϲι ϲύνθετα, διὰ τοῦ ι γράφονται, πιϲϲαλιφήϲ, ἀνηλιφήϲ. εἰ δὲ ἁπλᾶ, διὰ τῆϲ ει διφθόγγου, οἷον ἄλειφαρ. 1166 Ἀλείψαϲ. αἰτιατικῇ. διεγείραϲ. ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν. εἰϲ καρτερίαν ἀλείφων τοὺϲ ἀδικουμένουϲ. καὶ Ἀριϲτοφάνηϲ· ἀλείψαϲθ᾿ ἀπ᾿ αὐτῶν ταῖϲ νουμηνίαιϲ. διὰ τὸ ταύταϲ εἶναι τιμίαϲ τῶν ἡμερῶν. 1167 Ἄλη: ἡ πλάνη. ὁ δὲ οὐδένα αὐτοῦ ᾤετο διοίϲειν ἐπ᾿ ἀνδρείᾳ, καὶ τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν ἀναλαβεῖν Ἀχιλλέωϲ, οὕτω τε περιβαίνειν εἰϲ ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεϲθαι τοῦ οἴκου. καὶ Ἀλώμενοϲ, ἀντὶ τοῦ πλανώμενοϲ. ἐν Ἐπιγράμμαϲι· ἁλὸϲ τύραννε, ϲοί, Πόϲειδον, Ἀρχικλῆϲ ἔθηκε λήξαϲ τῆϲ ἀπ᾿ ᾐόνων ἄληϲ. καὶ Ἀλήτηϲ βίοϲ, διὰ τοῦ η. 1168 Ἄλλη: ἀντὶ τοῦ ἄλλωϲ ἡ κατ᾿ ἄλλο. Θουκυδίδηϲ. 1169 Ἀλλ᾿ ἤ: ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων· ἀλλ᾿ ἢ κατόπιν ἑορτῆϲ ἥκομεν, ἀντὶ τοῦ ἄρα. 1170 Ἀλληγορία: ἡ μεταφορά. ἄλλο λέγον τὸ γράμμα καὶ ἄλλο τὸ νόημα. καὶ Ἀλληγορικοὶ ὄνειροι, οἱ ἄλλα δι᾿ ἄλλων ἀγορεύοντεϲ· θεωρηματικοὶ δέ, οἱ τῇ ἑαυτῶν θέᾳ προϲεοικότεϲ. 1171 Ἄλλη δόξα ἡλίου: ἥλιον λέγει τὴν νέαν διαθήκην, ὡϲ τέλειον φῶϲ ἔχουϲαν τοῦ ἡλίου τῆϲ δικαιοϲύνηϲ. 1172 Ἄληθεϲ: ἀντὶ τοῦ ὄντωϲ. ἀξιοῦϲι δὲ ὀξύνειν τὴν πρώτην. ὅταν τοῦτο δηλοῖ τὸ ἐν ἐπερωτήϲει λεγόμενον, οἷον ὄντωϲ, ἀληθῶϲ. ἄληθεϲ ὦ παῖ τῆϲ ἀρουραίαϲ θεοῦ; Αἰϲχύλοϲ φηϲὶ πρὸϲ Εὐριπίδην· ϲὺ δή με ταῦτ᾿, ϲτωμυλιοϲυλεκτάδη, καὶ πτωχοποιέ, καὶ ῥακιοϲυρραπτάδη. ἀληθὲϲ δὲ τὸ ἀντιδιαϲτελλόμενον τῷ ψεύδει. ἀλήθεια δέ ἐϲτι θείων τε καὶ ἀνθρωπίνων ἡγεμών.