Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.117
Not analysed yet
117 Ἀγαθοκλῆϲ· οὗτοϲ ἐγένετο τύραννοϲ καὶ, ὥϲ φηϲι Τίμαιοϲ, κατὰ τὴν πρώτην ἡλικίαν κοινὸϲ πόρνοϲ, ἕτοιμοϲ τοῖϲ ἀκρατεϲτάτοιϲ, κολοιὸϲ, τριόρχηϲ, πάντων τῶν βουλομένων τοῖϲ ὄπιϲθεν ἔμπροϲθεν γεγονώϲ. ὃϲ ὅτε ἀπέθανε, τὴν γυναῖκα φηϲὶ κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ ϲέ; τί δ’ οὐκ ἐμὲ ϲύ; ὅτι δὲ ἐκ φύϲεωϲ ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰϲ γὰρ τὰϲ Συρακούϲαϲ παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼϲ, καὶ. μετά τινα χρόνον ὁρμηθεὶϲ ὑπὸ τοιαύτηϲ ὑποθέϲεωϲ, κύριοϲ μὲν ἐγενήθη πάϲηϲ Σικελίαϲ, μεγίϲτοιϲ δὲ κινδύνοιϲ περιέϲτηϲε Καρχηδονίουϲ, τέλοϲ ἐγγηράϲαϲ τῇ δυναϲτείᾳ ,κατέϲτρεψε τὸν βίον βαϲιλεὺϲ προϲαγορευόμενοϲ.