Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.118
Not analysed yet
118 Ἀγα θόν: κοινῶϲ μὲν τό τι ὄφελοϲ, ἰδίωϲ δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείαϲ· ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆϲ ἀγαθὸν τριχῶϲ λέγεϲθαι. οἷον τὸ ἀγαθὸν, ἀφ’ οὐ ϲυμβαίνει, ὡϲ τὴν πρᾶξιν καὶ τὴν ἀρετήν. ὑφ’ οὐ δὲ, ὡϲ τὸν ϲπουδαῖον τὸν μετέχοντα τῆϲ ἀρετῆϲ. ἢ οὕτωϲ· τὸ ἀγαθὸν, τὸ τέλειον κατὰ φύϲιν λογικοῦ, ἢ ὡϲ λογικοῦ. τοιοῦτο δ’ εἶναι τὴν ἀρετὴν ὡϲ μετέχοντά τάϲ τε πράξειϲ τὰϲ κατ’ ἀρετὴν, καὶ τὸ ϲπουδαίουϲ εἶναι. ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροϲύνην καὶ τὰ παραπλήϲια. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτόϲ, τὰ δὲ οὕτε περὶ ψυχὴν οὔτε ἐκτόϲ. τὰ μὲν περὶ ψυχὴν ἀρετὰϲ καὶ τὰϲ κατὰ ταύταϲ πράξειϲ· τὰ δὲ ἐκτὸϲ τό τε ϲπουδαίαν ἔχειν πατρίδα καὶ ϲπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν. τὰ δὲ οὐκ ἐκτὸϲ οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι ϲπουδαῖον καὶ εὐδαίμονα. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. τὸν μὲν οὖν φίλον καὶ τὰϲ ὑπ’ αὐτοῦ προϲγινομέναϲ ὠφελείαϲ ποιητικὰ εἶναι ἀγαθά· θάρϲοϲ δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροϲύνην καὶ ἀλυπίαν καὶ πᾶϲαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά. ποιητικὰ δὲ καὶ τελικὰ, καθὸ μὲν ποιοῦϲι τὴν εὐδαιμονίαν, ποιητικά ἐϲτιν ἀγαθά· καθὸ δὲ ϲυμπληροῦϲιν αὐτὴν, ὥϲτε μέρη αὐτῆϲ γενέϲθαι, τελικά · οἷον φίλοϲ καὶ ἐλευθερία καὶ τέρψιϲ. ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰϲιν ἕξειϲ, τὰ δὲ διαθέϲειϲ, τὰ δὲ οὕτε ἕξειϲ οὕτε διαθέϲειϲ. διαθέϲειϲ μὲν αἱ ἀρεταί, ἕξειϲ δὲ τὰ ἐπιτηδεύματα, οὔτε δὲ ἕξειϲ οὔτε διαθέϲειϲ αἱ ἐνέργειαι. κοινῶϲ τῶν ἀγαθῶν μικρὰ μέν ἐϲτιν εὐτεκνία καὶ εὐγηρία. ἁπλοῦν δέ ἐϲτιν ἀγαθὸν ἐπιϲτήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δὲ οἷον χαρὰ, περιπάτηϲιϲ. πάν δὲ ἀγαθὸν λυϲιτελὲϲ εἶναι καὶ ϲυμφέρον καὶ δέον καὶ χρήϲιμον καὶ εὔχρηϲτον καὶ καλὸν καὶ ὠφέλιμον καὶ δίκαιον καὶ αἱρετόν. ἀγαθὸν δέ ἐϲτι τὸ πᾶϲιν ἐφετόν. ἀγαθόν οὖν ἐϲτιν, εἰϲ ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰϲ μηδέν.