Ancient Greek · ~3 min
1.1174 to 1.1182
Suda, Suidae lexicon 1.1174-1182
Not analysed yet
1174 Ἀληθεύω· δοτικῇ. 1175 Ἀλήθεια καὶ ἀληθήϲ. Ἀληθῆ καὶ τὰϲ ἀληθείαϲ πληθυντικῶϲ λέγουϲι. Μένανδροϲ Ἀφροδιϲίῳ· εἰ τὰϲ ἀληθείαϲ ἃϲ ἁπλῶϲ τίϲ ϲοι λέγει. 1176 Ἀλήθω τὸν ϲῖτον. 1177 Ἀληθίζω: τὰ ἀληθῆ λέγω. καὶ Ἀληθινόϲ, ὁ ἀληθήϲ. 1178 Ἀληθινὸϲ ἔρωϲ: ὁ μὴ περί κάλλοϲ ϲώματοϲ ἐπτοημένοϲ. ἀληθινὸϲ ἔρωϲ ἐμφύεται αὐτῷ φιλοϲοφίαϲ, καὶ πάντα γηγενῆ δεϲμὸν ἀπορρήξαϲ ἐλπίδαϲ τε πάϲαϲ τιμῶν τε καὶ χρημάτων καταπατήϲαϲ ἀφικνεῖται πρὸϲ Πρόκλον. 1179 Ἀλήϊον πεδίον. καὶ Ἀλήϊοϲ, ὁ πλανητικόϲ. 1180 Ἀλλ᾿ ἢ καλῶϲ ζῆν ἢ καλῶϲ τεθνηκέναι τὸν εὐγενῆ χρή, πάν τ᾿ ἀκήκοαϲ λόγον. Σοφοκλῆϲ. 1181 Ἄληκοϲ: ποταμόϲ. 1182 Ἄληκτα: τὰ ἀμέριϲτα μέν, κοινὰ δὲ πρόϲ τινα ὄντα, πρινὴ διανεμηθῆναι, ἄληκτα λέγεται.