Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1183
Not analysed yet
1183 Ἀληλεϲμένον· Θουκυδίδηϲ· ϲῖτόν τε ἀληλεϲμένον τὸν βουλόμενον ἀργυρίου πολλοῦ ὠνήϲαϲθαι. καὶ Ἀληλεϲμένον βίον οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρωϲ βιούντων, οἷον κατειργαϲμένον, πρὸϲ τροφὴν ἕτοιμον. καὶ Ἀληλεϲμένοϲ βίοϲ, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. ἄλλη δὲ παροιμία φηϲίν· οὐ γὰρ ἄκανθαι. ἔοικε δὲ ὑπομιμνήϲκειν τὴν τοῦ βίου μεταβολήν, ἀγρίου καὶ ἀκανθώδουϲ πρότερον ὄντοϲ, πρὶν ἐπιμέλειαν τῆϲ γῆϲ καὶ τῶν ϲπερμάτων γενέϲθαι. ὅθεν ἀπὸ τῆϲ ὕϲτερον ἐπιμελείαϲ ῥηθῆναι τὸ ἀληλεϲμένον βίον.