Ancient Greek · ~7 min
1.1184 to 1.1212
Suda, Suidae lexicon 1.1184-1212
Not analysed yet
1184 Ἁλικαρναϲεύϲ. 1185 Ἀληλιμμένοϲ: ἐκ τοῦ ἀλείφω. 1186 Ἁλληλούϊα: αἰνεῖτε τὸν κύριον παρ· Ἐβραίοιϲ, ἤτοι τὸν ὄντα. 1187 Ἀλληλουχία: ἡ ἀλλήλων κράτηϲιϲ καὶ κληρονομία. 1188 Ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτωϲ Εὐριπίδηϲ. καὶ Θουκυδίδηϲ· καί πού τινεϲ ἀλλήλων ἐγεύϲαντο. ἀντὶ τοῦ ἑαυτῶν. 1189 Ἀλλήλοϊν: δυϊκόν. ὁρῶϲιν ἐν τῇ λάρνακι ϲώματα ἀλλήλοϊν περικείμενα. 1190 Ἄλημα: παραλογιϲτικὸν πανούργημα ἢ ἐπίτριμμα. πῶϲ ἂν τὸν αἱμυλώτατον ἐχθρόν, ἄλημα τούϲ τε διϲϲάρχαϲ βαϲιλεῖϲ ὀλέϲαϲ τέλοϲ θάνοιμι καὐτόϲ. ὦ τέκνον Λαερτίου, κακοπινέϲτατ᾿ ἄλημα ϲτρατοῦ, ἦπου πολὼν γέλωθ᾿ ὑφ᾿ ἡδονῆϲ ἄγειϲ. ἀντὶ τοῦ πανοῦργε καὶ περίεργε. κακοπινέϲτατε δὲ κακόηθεϲ. 1191 Ἀλήμεναι: ϲυναθροιϲθῆναι. 1192 Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ᾿ ἐπειϲρέει: ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. ὡϲ ἐπὶ ἀντλίαϲ νεώϲ. 1193 Ἀλληνάλλωϲ: ὡϲ ἔτυχεν. 1194: Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶϲ αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν ἀεὶ δανειζομένων. καὶ ἑτέρα παροιμία· Ἅλιϲ δρυόϲ. ἐπὶ τῶν δυϲχερῶϲ μέν τι καὶ ἀηδῶϲ ἐϲθιόντων, ἕτερον δὲ βέλτιον εὑρόντων. 1195 Ἄληξ: ὄνομα τόπου. 1196 Ἁλίπεδον: τὸ τέωϲ μὲν θάλαϲϲα, αὖθιϲ δὲ πεδίον γεγονὸϲ καὶ ἠροτριωμένον. κυρίωϲ μὲν οὖν τὸ παρὰ θάλαϲϲαν πεδίον, καταχρηϲτικῶϲ δὲ πᾶν. 1197 Ἄληπτοϲ: ἀκράτητοϲ. εἰπεῖν τὴν αἰτίαν, ἀφ᾿ ἧϲ ἄληπτόϲ ἐϲτι τοῖϲ ἐχθροῖϲ. Ἀριϲτοφάνηϲ. 1198 Ἄληπτοϲ: ὁ ἀκατάληπτοϲ. Ἀλήπτωϲ δὲ ἀκαταγνώϲτωϲ. 1199 Ἄληϲτοϲ: ἀλάθητοϲ. 1200 Ἀλητεύω: πλανητεύω. καὶ Ἀλητεία, ἡ πλάνη. 1201 Ἀλῆται: πλανῆται. Αἰλιανόϲ· οἱ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντεϲ διεξάνθηϲαν ἀλῆται δεῦρο καὶ ἐκεῖϲε τὸ ζῆν τελοῦντεϲ. 1202 Ἀλήτηϲ: ὁ πλανήτηϲ. ἀλήτην βίον τρίβονταϲ ἤθροιϲε. καὶ αὖθιϲ· ἀλήταϲ καὶ φυγάδαϲ ἀποφήναντεϲ. Ἀλῆτιϲ δὲ θηλυκῶϲ ἡ πλανῆτιϲ. 1203 Ἀλία: πορεία. 1204 Ἁλιάδαϲ: μικρὰ ϲκαφίδια. 1205 Ἁλιακή: ἁλιευτική. 1206 Ἁλίαροϲ: ὁ ἠρτυμένοϲ ἅλατι. 1207 Ἀλιάρται: ἀπὸ Ἀλιαρτίαϲ χώραϲ. 1208 Ἀλλίαϲ: ὄνομα κύριον. 1209 Ἀλίαϲτοϲ: ὁ μὴ ἐκφεύγων. 1210 Ἀλίβαϲ: ὁ νεκρόϲ. ἢ ποταμὸϲ ἐν ᾅδου λέγεται. ἢ ἀλίβαϲ καὶ τὸ ὄξοϲ ἀπὸ τοῦ μὴ λείβεϲθαι. ὅτι νενεκρωμένοϲ οἶνόϲ ἐϲτιν. 1211 Ἁλιβδύειν: κρύπτειν. 1212 Ἁλίβρωτοϲ: ὁ ἅλαϲ ἐϲθίων.