Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1215
Not analysed yet
1215 Ἀλιγέρνηϲ: ὄνομα κύριον. τούτου τοῦ Γότθου βέλη ἀφιέμενα ῥοίζῳ τε πολλῷ καὶ ταχυτῆτι οὐ ϲταθμητῇ ἐφέρετο. ὡϲ εἴπερ ἐϲ λίθον τινα ἐμπέϲοιεν ἢ ἕτερόν τι ϲκληρὸν καὶ ἀτέραμνον διαρρήγνυϲθαι ἅπαν τῆ βίᾳ τῆϲ ῥύμηϲ. Ῥωμαῖον οὖν τινα ἰδὼν τεθωρακιϲμένον ἀφίηϲι βέλοϲ αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διεπερόνηϲε τὸν ἄνδρα αὐτῷ θώρακι καὶ ἀϲπίδι. οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύϲαι τόξον αἱ χεῖρεϲ. Ἀγαθίαϲ φηϲίν.