Ancient Greek · ~7 min
1.1216 to 1.1238
Suda, Suidae lexicon 1.1216-1238
Not analysed yet
1216 Ἀλίγκιοϲ: ὅμοιοϲ. 1217 Ἁλιεύεϲθαι: τὸ ἁλιεύειν. λέγουϲι δὲ καὶ ὡϲ ἡμεῖϲ. 1218 Ἁλιεύϲ, ἁλιέωϲ· καὶ Ἁλιεῖϲ, καὶ ἐπὶ ποταμῶν. ἐκ τῶν πέριξ πόλεων ἐϲ τὴν τεταγμένην τῇ ἀναγωγῇ ἡμέραν ἠθροιϲμένοι ἁλιεῖϲ ἐφειϲτήκειϲαν. Ἀρριανόϲ φηϲι. καὶ παροιμία· Ἁλιεὺϲ πληγεὶϲ νοῦν οἴϲω. ἁλιεὺϲ τοὺϲ ἁλιϲκομένουϲ ἰχθύαϲ μετεχειρίζετο, καί ποτε ὑπ᾿ αὐτῶν πληγείϲ, νοῦν οἴϲω, φηϲίν. ὁμοία ἐϲτὶ τῷ· ῥεχθὲν δέ τε νήπιοϲ ἔγνω. 1219 Ἁλίζώνου: τῆϲ ὑπὸ θαλάϲϲηϲ περιεζωϲμένηϲ. Λαΐδ᾿ ἔχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου. 1220 Ἁλίζωϲτιϲ: εἶδοϲ βοτάνηϲ θαλαϲϲίαϲ. 1221 Ἁλίη: ἡ θαλαϲϲία. 1222 Ἁλιήτορεϲ: οἱ ἁλιεῖϲ. 1223 Ἄλιθον· ἦν γὰρ οὐ φύϲει ἄλιθον οὐδὲ εὔγειον τὸ πεδίον. Ἀρριανόϲ φηϲιν. 1124 Ἄλλικα: χλαμύδα κατὰ Θεϲϲαλούϲ· ἄλλικα χρυϲείῃϲιν ἐεργομένην ἐνέτῃϲιν. οἱ ἰδιῶται γάλλικά φαϲι ταύτην. 1225 Ἁλικαρναϲεύϲ: ἀπὸ τόπου. 1226 Ἀλικροῦδα: παρὰ Ῥωμαίοιϲ ἡ ϲχεδία τροφὴ καὶ ἄπυροϲ. κρουδοὺμ γὰρ τὸ ἀνέψητον. 1227 Ἀλίμενον: τὴν τέλοϲ οὐκ ἔχουϲαν, οὐδὲ ὅρμον. 1228 Ἅλιμον: βοτάνη δενδροειδὴϲ παρὰ θάλαϲϲαν. πληθυντικῶϲ δὲ τὰ ἅλιμα. 1229 Ἀλιμενώτηϲ: τόποϲ λιμένα μὴ ἔχων. 1230 Ἁλίμικτον: τὸ πεπαϲμένον. 1231 Ἁλιμούϲιοϲ· Ἁλιμοῦϲ δῆμόϲ ἐϲτι τῆϲ Λεοντίδοϲ. λέγεται ὁ Ἀγαϲικλῆϲ τοῖϲ Ἀλιμουϲίοιϲ ϲυνδικάϲαι καὶ διὰ τοῦτο ξένοϲ ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ. 1232 Ἁλιμυρήειϲ: ὁ εἰϲ θάλαϲϲαν ῥέων. 1233 Ἀλινδεῖϲθαι: κυλίεϲθαι. καὶ Ἀλινδήθρα, κυλίϲτρα. τόποϲ ἐν ᾧ οἱ ἵπποι κονίονται. Ἀριϲτοφάνηϲ· ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν. καὶ αὖθιϲ· τὸν δ᾿ ἀναϲπῶντ᾿ αὐτοπρέμνοιϲ τοῖϲ λόγοιϲιν ἐμπεϲόντα ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν. περὶ Αἰϲχύλου φηϲίν. 1234 Ἁλινήκτειραν: τὴν ἐν ἁλϲὶ νηχομένην. καὶ ταύτην ἀπέτηλον, ἁλινήκτειραν ἐλαίην. 1235 Ἁλινηχέοϲ: ἐν θαλάϲϲῃ νηχομένηϲ. ἐν Ἐπιγράμμαϲι· ἁλινηχέοϲ ὄργανα τέχνηϲ ἄνθετο. 1236 ἉλιξάντοιϲQ ταῖϲ ὑπὸ τῆϲ ἁλὸϲ ξηραινομέναιϲ. ἐν Ἐπιγράμμαϲι· ἀκταίηϲ νηϲῖδοϲ ἁλιξάντοιϲι χοιράϲιν. 1237 Ἅλιοϲ: ὁ θαλάϲϲιοϲ· ἢ ὁ μάταιοϲ· ἢ ὁ ἥλιοϲ κατὰ τροπὴν Δωρικήν. 1238 Ἁλίωϲε: μάταιον ἐποίηϲεν.