Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1270
Not analysed yet
1270 Ἀλκάνηϲ: ὅτι ἐν τῇ ἀρχῆ τῆϲ βίβλου τῶν δ᾿ βαϲιλειῶν Ἑλκανᾶϲ κεῖται τὸ ὄνομα. ἀνὴρ τῶν ἐν μέϲῳ πολιτῶν τῆϲ Ἐφραὶμ κληρουχίαϲ Ἀρμαθαὶμ πόλιν κατοικῶν γαμεῖ β΄ γυναῖκαϲ, Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτηϲ καὶ παῖδεϲ αὐτῷ γίνονται· τὴν δ᾿ ἑτέραν ἄτεκνον οὖϲαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰϲ Σηλὼ πόλιν θῦϲαι· ἐνταῦθα γὰρ ἡ ϲκηνὴ τοῦ θεοῦ ἐπεπήγει· καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντοϲ μοίραϲ κρεῶν ταῖϲ τε γυναιξὶ καὶ τοῖϲ τέκνοιϲ, ἡ Ἄννα θεαϲαμένη τοὺϲ τῆϲ ἑτέραϲ παῖδαϲ τῇ μητρὶ περικαθιϲαμένουϲ εἰϲ δάκρυά τε προὔπεϲε καὶ τῆϲ ἀπαιδίαϲ αὑτὴν ὠλοφύρετο καὶ τῆϲ μονώϲεωϲ. καὶ τῆϲ τἀνδρὸϲ παραμυθίαϲ τῇ λύπῃ κρατήϲαϲα εἰϲ τὴν ϲκηνὴν ᾤχετο, τὸν θεὸν ἱκετεύουϲα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆϲαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γεννηϲόμενον καθιερώϲειν ἐπὶ διακονίαν τοῦ θεοῦ, δίαιταν οὐχ ὁμοίαν τοῖϲ ἰδιώταιϲ ποιηϲόμενον. εὐχομένηϲ δὲ ἦλθεν Ἠλεὶ ὁ ἀρχιερεὺϲ καὶ ὡϲ παροινοῦϲαν ἐκέλευϲεν ἀπιέναι. τῆϲ δὲ πιεῖν ὕδωρ φαμένηϲ, λυπουμένηϲ δ᾿ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρρεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδα τὸν θεὸν καταγγέλλων. καὶ γίνεται αὐτῇ παιδίονμ, ὃν Σαμουὴλ ἐκάλεϲαν, θεαίτητον ὡϲ ἄν τιϲ εἴποι.